Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.246 Joseph. AJ 6.251 (English) >>Joseph. AJ 6.256

6.249 αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε. 6.250Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε. 6.251καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπʼ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· “ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδʼ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα. 6.252πυνθάνομαι τοιγαροῦν, εἰ μείζονας τούτων δωρεὰς καὶ πλείονας παρὰ τοῦ Ἰεσσαίου παιδὸς προσδοκᾶτε· οἶδα γὰρ ὅτι πάντες ἐκείνῳ προστέθεισθε τοὐμοῦ παιδὸς Ἰωνάθου αὐτοῦ τε οὕτως φρονήσαντος καὶ ὑμᾶς ταῦτα πείσαντος· 6.253οὐ γὰρ ἀγνοῶ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς Δαυίδην αὐτῷ γεγενημένας, οὐδʼ ὅτι σύμβουλος μὲν καὶ συνεργὸς Ἰωνάθης ἐστὶ τῶν κατʼ ἐμοῦ συντεταγμένων, μέλει δὲ ὑμῶν οὐδενὶ περὶ τούτων, ἀλλὰ τὸ ἀποβησόμενον ἡσυχάζοντες σκοπεῖτε.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.246 Joseph. AJ 6.251 (English) >>Joseph. AJ 6.256

Powered by PhiloLogic